Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. καλῶς ἔλεξας τῶν θεῶν ἐμοῦ θʼ ὕπερ.
  2. σήμαινε δʼ ᾧ χρὴ τάσδʼ ἐπιστολὰς φέρειν
  3. πρὸς Ἄργος ὅ τι τε χρὴ κλύοντα σοῦ λέγειν.
Ἰφιγένεια
  1. ἄγγελλʼ Ὀρέστῃ, παιδὶ τῷ Ἀγαμέμνονος·
  2. Ἡ ʼν Αὐλίδι σφαγεῖσʼ ἐπιστέλλει τάδε
  3. ζῶσʼ Ἰφιγένεια, τοῖς ἐκεῖ δʼ οὐ ζῶσʼ ἔτι —
Ὀρέστης
  1. ποῦ δʼ ἔστʼ ἐκείνη; κατθανοῦσʼ ἥκει πάλιν;
Ἰφιγένεια
  1. ἥδʼ ἣν ὁρᾷς σύ· μὴ λόγοις ἔκπλησσέ με.
  2. Κόμισαί μʼ ἐς Ἄργος, ὦ σύναιμε, πρὶν θανεῖν,
  3. ἐκ βαρβάρου γῆς καὶ μετάστησον θεᾶς
  4. σφαγίων, ἐφʼ οἷσι ξενοφόνους τιμὰς ἔχω.
Ὀρέστης
  1. Πυλάδη, τί λέξω; ποῦ ποτʼ ὄνθʼ ηὑρήμεθα;
Ἰφιγένεια
  1. ἢ σοῖς ἀραία δώμασιν γενήσομαι.
Πυλάδης
  1. Ὀρέστα — ;
Ἰφιγένεια
  1. ἵνʼ αὖθις ὄνομα δὶς κλύων μάθῃς.
Πυλάδης
  1. ὦ θεοί.
Ἰφιγένεια
  1. τί τοὺς θεοὺς ἀνακαλεῖς ἐν τοῖς ἐμοῖς;
Πυλάδης
  1. οὐδέν· πέραινε δʼ· ἐξέβην γὰρ ἄλλοσε.
  2. τάχʼ οὐκ ἐρωτῶν σʼ εἰς ἄπιστʼ ἀφίξομαι.
Ἰφιγένεια
  1. λέγʼ οὕνεκʼ ἔλαφον ἀντιδοῦσά μου θεὰ