Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός.
  2. καὶ χαῖρʼ· ἐμῶν γὰρ φίλτατόν σʼ ηὗρον φίλων,
  3. ὦ συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί,
  4. ὦ πόλλʼ ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν.
  5. ἡμᾶς δʼ ὁ Φοῖβος μάντις ὢν ἐψεύσατο·
  6. τέχνην δὲ θέμενος ὡς προσώταθʼ Ἑλλάδος
  7. ἀπήλασʼ, αἰδοῖ τῶν πάρος μαντευμάτων.
  8. ᾧ πάντʼ ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις,
  9. μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι.
Πυλάδης
  1. ἔσται τάφος σοι, καὶ κασιγνήτης λέχος
  2. οὐκ ἂν προδοίην, ὦ τάλας, ἐπεί σʼ ἐγὼ
  3. θανόντα μᾶλλον ἢ βλέπονθʼ ἕξω φίλον.
  4. ἀτὰρ τὸ τοῦ θεοῦ σʼ οὐ διέφθορέν γέ πω
  5. μάντευμα· καίτοι γʼ ἐγγὺς ἕστηκας φόνου.
  6. ἀλλʼ ἔστιν, ἔστιν, ἡ λίαν δυσπραξία
  7. λίαν διδοῦσα μεταβολάς, ὅταν τύχῃ.
Ὀρέστης
  1. σίγα· τὰ Φοίβου δʼ οὐδὲν ὠφελεῖ μʼ ἔπη·
  2. γυνὴ γὰρ ἥδε δωμάτων ἔξω περᾷ.
Ἰφιγένεια
  1. ἀπέλθεθʼ ὑμεῖς καὶ παρευτρεπίζετε
  2. τἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῇ.