Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί,
- ξένοι, πάρεισιν· ἃ δʼ ἐπὶ τοῖσδε βούλομαι,
- ἀκούσατʼ. οὐδεὶς αὑτὸς ἐν πόνοις τʼ ἀνὴρ
- ὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσῃ.
- ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς
- θῆται παρʼ οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς
- ὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν.
- τί δῆτα βούλῃ; τίνος ἀμηχανεῖς πέρι;
- ὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰς
- πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων.
- ἦ κἀντιδώσεις τῷδε τοὺς αὐτοὺς λόγους;
- τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
- ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου.
- δίκαιον εἶπας· πῶς γὰρ ἀγγείλειεν ἄν;
- ἦ καὶ τύραννος ταῦτα συγχωρήσεται;
- ναί.
- πείσω σφε, καὐτὴ ναὸς εἰσβήσω σκάφος.
- ὄμνυ· σὺ δʼ ἔξαρχʼ ὅρκον ὅστις εὐσεβής.
- δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις.
- τοῖς σοῖς φίλοισι γράμματʼ ἀποδώσω τάδε.