Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- εὔφημα φώνει· τἀμὰ δεῖ φέρειν κακά,
- ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς.
- ὃ γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις,
- ταὔτʼ ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντʼ ἐμοὶ
- κτενῶ· τὸ μὲν γὰρ εἰς ἔμʼ οὐ κακῶς ἔχει,
- πράσσονθʼ ἃ πράσσω πρὸς θεῶν, λῦσαι βίον.
- σὺ δʼ ὄλβιός τʼ εἶ, καθαρά τʼ, οὐ νοσοῦντʼ, ἔχεις
- μέλαθρʼ, ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ.
- σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρου
- κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτʼ ἔχειν —
- ὄνομά τʼ ἐμοῦ γένοιτʼ ἄν, οὐδʼ ἄπαις δόμος
- πατρῷος οὑμὸς ἐξαλειφθείη ποτʼ ἄν.
- ἀλλʼ ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός.
- ὅταν δʼ ἐς Ἑλλάδʼ ἵππιόν τʼ Ἄργος μόλῃς,
- πρὸς δεξιᾶς σε τῆσδʼ ἐπισκήπτω τάδε·
- τύμβον τε χῶσον κἀπίθες μνημεῖά μοι,
- καὶ δάκρυʼ ἀδελφὴ καὶ κόμας δότω τάφῳ.
- ἄγγελλε δʼ ὡς ὄλωλʼ ὑπʼ Ἀργείας τινὸς
- γυναικός, ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνῳ.
- καὶ μὴ προδῷς μου τὴν κασιγνήτην ποτέ,