Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δέλτον τʼ ἔπεμπε καὶ τάδʼ ἐξεμάνθανεν,
  2. ὡς κοινὰ πράσσουσʼ, Ἄργος εἰ πράσσει καλῶς.
Πυλάδης
  1. ἔφθης με μικρόν· ταὐτὰ δὲ φθάσας λέγεις,
  2. πλὴν ἕν· τὰ γὰρ τῶν βασιλέων παθήματα
  3. ἴσασι πάντες, ὧν ἐπιστροφή τις ἦν.
  4. ἀτὰρ διῆλθον χἅτερον λόγον τινά.
Ὀρέστης
  1. τίνʼ; ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις.
Πυλάδης
  1. αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος·
  2. κοινῇ τʼ ἔπλευσα --- δεῖ με καὶ κοινῇ θανεῖν.
  3. καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαι
  4. Ἄργει τε Φωκέων τʼ ἐν πολυπτύχῳ χθονί,
  5. δόξω δὲ τοῖς πολλοῖσι — πολλοὶ γὰρ κακοί —
  6. προδοὺς σεσῷσθαί σʼ αὐτὸς εἰς οἴκους μόνος
  7. ἢ καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασι
  8. ῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν,
  9. ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν.
  10. ταῦτʼ οὖν φοβοῦμαι καὶ διʼ αἰσχύνης ἔχω,
  11. κοὐκ ἔσθʼ ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοι
  12. καὶ σὺν σφαγῆναι καὶ πυρωθῆναι δέμας,
  13. φίλον γεγῶτα καὶ φοβούμενον ψόγον.