Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ῥανίσι μελόμενον αἱμακταῖς.
Ὀρέστης
  1. οἶκτος γὰρ οὐ ταῦτʼ, ἀλλὰ χαίρετʼ, ὦ ξέναι.
Χορός
  1. σὲ δὲ τύχας μάκαρος, ὦ
  2. νεανία, σεβόμεθʼ, ἐς
  3. πάτραν ὅτι ποτʼ ἐπεμβάσῃ.
Πυλάδης
  1. ἄζηλά τοι φίλοισι, θνῃσκόντων φίλων.
Χορός
  1. ὦ σχέτλιοι πομπαί.
  2. φεῦ φεῦ, διόλλυσαι.
  3. αἰαῖ αἰαῖ. πότερος ὁ μᾶλλον;
  4. ἔτι γὰρ ἀμφίλογα δίδυμα μέμονε φρήν,
  5. σὲ πάρος ἢ σὲ ἀναστενάξω γόοις.
Ὀρέστης
  1. Πυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί;
Πυλάδης
  1. οὐκ οἶδʼ· ἐρωτᾷς οὐ λέγειν ἔχοντά με.
Ὀρέστης
  1. τίς ἐστὶν ἡ νεᾶνις; ὡς Ἑλληνικῶς
  2. ἀνήρεθʼ ἡμᾶς τούς τʼ ἐν Ἰλίῳ πόνους
  3. νόστον τʼ Ἀχαιῶν τόν τʼ ἐν οἰωνοῖς σοφὸν
  4. Κάλχαντʼ Ἀχιλλέως τʼ ὄνομα, καὶ τὸν ἄθλιον
  5. Ἀγαμέμνονʼ ὡς ᾤκτιρʼ ἀνηρώτα τέ με
  6. γυναῖκα παῖδάς τε. ἔστιν ἡ ξένη γένος
  7. ἐκεῖθεν Ἀργεία τις· οὐ γὰρ ἄν ποτε