Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τάφος δὲ ποῖος δέξεταί μʼ, ὅταν θάνω;
- πῦρ ἱερὸν ἔνδον χάσμα τʼ εὐρωπὸν πέτρας.
- φεῦ·
- πῶς ἄν μʼ ἀδελφῆς χεὶρ περιστείλειεν ἄν;
- μάταιον εὐχήν, ὦ τάλας, ὅστις ποτʼ εἶ,
- ηὔξω· μακρὰν γὰρ βαρβάρου ναίει χθονός.
- οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν,
- ἀλλʼ ὧν γε δυνατὸν οὐδʼ ἐγὼ λείψω χάριν.
- πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφῳ,
- ξανθῷ τʼ ἐλαίῳ σῶμα σὸν κατασβέσω,
- καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος
- ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν.
- ἀλλʼ εἶμι δέλτον τʼ ἐκ θεᾶς ἀνακτόρων
- οἴσω· τὸ μέντοι δυσμενὲς μὴ ʼμοὶ λάβῃς.
- φυλάσσετʼ αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ —
- ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶ
- πέμψω πρὸς Ἄργος, ὃν μάλιστʼ ἐγὼ φιλῶ,
- καὶ δέλτος αὐτῷ ζῶντας οὓς δοκεῖ θανεῖν
- λέγουσα πιστὰς ἡδονὰς ἀπαγγελεῖ.
- κατολοφύρομαι σὲ τὸν χερνίβων