Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἡμᾶς δʼ ὁ χρῄζων κτεινέτω. τὰ τῶν φίλων
- αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς
- αὐτὸς σέσῳσται. τυγχάνει δʼ ὅδʼ ὢν φίλος,
- ὃν οὐδὲν ἧσσον ἢ ʼμὲ φῶς ὁρᾶν θέλω.
- ὦ λῆμʼ ἄριστον, ὡς ἀπʼ εὐγενοῦς τινος
- ῥίζης πέφυκας τοῖς φίλοις τʼ ὀρθῶς φίλος.
- τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρων
- ὅσπερ λέλειπται. καὶ γὰρ οὐδʼ ἐγώ, ξένοι,
- ἀνάδελφός εἰμι, πλὴν ὅσʼ οὐχ ὁρῶσά νιν.
- ἐπεὶ δὲ βούλῃ ταῦτα, τόνδε πέμψομεν
- δέλτον φέροντα, σὺ δὲ θανῇ· πολλὴ δέ τις
- προθυμία σε τοῦδʼ ἔχουσα τυγχάνει.
- θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται;
- ἐγώ· θεᾶς γὰρ τῆσδε προστροπὴν ἔχω.
- ἄζηλά γʼ, ὦ νεᾶνι, κοὐκ εὐδαίμονα.
- ἀλλʼ εἰς ἀνάγκην κείμεθʼ, ἣν φυλακτέον.
- αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας;
- οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι.
- ὁ δὲ σφαγεὺς τίς; εἰ τάδʼ ἱστορεῖν με χρή.
- ἔσω δόμων τῶνδʼ εἰσὶν οἷς μέλει τάδε.