Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν
  2. φονέα νομίζων χεῖρα, τοῦ νόμου δʼ ὕπο
  3. θνῄσκειν τὰ τῆς θεοῦ, τάδε δίκαιʼ ἡγουμένης;
  4. οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν
  5. ἐς Ἄργος αὖθις, τάς τʼ ἐμὰς ἐπιστολὰς
  6. πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί.
  7. σὺ δʼ — εἶ γάρ, ὡς ἔοικας, οὔτε δυσμενὴς
  8. καὶ τὰς Μυκήνας οἶσθα χοὓς κἀγὼ θέλω —
  9. σώθητι, καὶ σὺ μισθὸν οὐκ αἰσχρὸν λαβών,
  10. κούφων ἕκατι γραμμάτων σωτηρίαν.
  11. οὗτος δʼ, ἐπείπερ πόλις ἀναγκάζει τάδε,
  12. θεᾷ γενέσθω θῦμα χωρισθεὶς σέθεν.
Ὀρέστης
  1. καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη·
  2. τὸ γὰρ σφαγῆναι τόνδε μοι βάρος μέγα.
  3. ὁ ναυστολῶν γάρ εἰμʼ ἐγὼ τὰς συμφοράς,
  4. οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν.
  5. οὔκουν δίκαιον ἐπʼ ὀλέθρῳ τῷ τοῦδʼ ἐμὲ
  6. χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν.
  7. ἀλλʼ ὣς γενέσθω· τῷδε μὲν δέλτον δίδου·
  8. πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν·