Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τάλαινʼ ἐκείνη χὡ κτανὼν αὐτὴν πατήρ.
Ὀρέστης
  1. κακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο.
Ἰφιγένεια
  1. ὁ τοῦ θανόντος δʼ ἔστι παῖς Ἄργει πατρός;
Ὀρέστης
  1. ἔστʼ, ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ.
Ἰφιγένεια
  1. ψευδεῖς ὄνειροι, χαίρετʼ· οὐδὲν ἦτʼ ἄρα.
Ὀρέστης
  1. οὐδʼ οἱ σοφοί γε δαίμονες κεκλημένοι
  2. πτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι.
  3. πολὺς ταραγμὸς ἔν τε τοῖς θείοις ἔνι
  4. κἀν τοῖς βροτείοις· ἓν δὲ λυπεῖται μόνον,
  5. ὃς οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοις
  6. ὄλωλεν — ὡς ὄλωλε τοῖσιν εἰδόσιν.
Χορός
  1. φεῦ φεῦ· τί δʼ ἡμεῖς οἵ τʼ ἐμοὶ γεννήτορες;
  2. ἆρʼ εἰσίν; ἆρʼ οὐκ εἰσί; τίς φράσειεν ἄν;
Ἰφιγένεια
  1. ἀκούσατʼ· ἐς γὰρ δή τινʼ ἥκομεν λόγον,
  2. ὑμῖν τʼ ὄνησιν, ὦ ξένοι, σπουδῆς ἅμα
  3. κἀμοί. τὸ δʼ εὖ μάλιστά γʼ οὕτω γίγνεται,
  4. εἰ πᾶσι ταὐτὸν πρᾶγμʼ ἀρεσκόντως ἔχει.
  5. θέλοις ἄν, εἰ σῴσαιμί σʼ, ἀγγεῖλαί τί μοι
  6. πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις,
  7. δέλτον τʼ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ