Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὐκ οἶδʼ· ἄπελθε τοῦ λόγου τούτου, γύναι.
- μὴ πρὸς θεῶν, ἀλλʼ εἴφʼ, ἵνʼ εὐφρανθῶ, ξένε.
- τέθνηχʼ ὁ τλήμων, πρὸς δʼ ἀπώλεσέν τινα.
- τέθνηκε; ποίᾳ συμφορᾷ; τάλαινʼ ἐγώ.
- τί δʼ ἐστέναξας τοῦτο; μῶν προσῆκέ σοι;
- τὸν ὄλβον αὐτοῦ τὸν πάροιθʼ ἀναστένω.
- δεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς.
- ὦ πανδάκρυτος ἡ κτανοῦσα --- χὡ κτανών.
- παῦσαί νυν ἤδη μηδʼ ἐρωτήσῃς πέρα.
- τοσόνδε γʼ, εἰ ζῇ τοῦ ταλαιπώρου δάμαρ.
- οὐκ ἔστι· παῖς νιν ὃν ἔτεχʼ, οὗτος ὤλεσεν.
- ὦ συνταραχθεὶς οἶκος. ὡς τί δὴ θέλων;
- πατρὸς θανόντος τήνδε τιμωρούμενος.
- φεῦ·
- ὡς εὖ κακὸν δίκαιον εἰσεπράξατο.
- ἀλλʼ οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν.
- λείπει δʼ ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον;
- λέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν.
- τί δέ; σφαγείσης θυγατρὸς ἔστι τις λόγος;
- οὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος.