Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οὐχ ὅστις Ἅιδην ἐγγὺς ὄντʼ οἰκτίζεται
  2. σωτηρίας ἄνελπις· ὡς δύʼ ἐξ ἑνὸς
  3. κακὼ συνάπτει, μωρίαν τʼ ὀφλισκάνει
  4. θνῄσκει θʼ ὁμοίως· τὴν τύχην δʼ ἐᾶν χρεών.
  5. ἡμᾶς δὲ μὴ θρήνει σύ· τὰς γὰρ ἐνθάδε
  6. θυσίας ἐπιστάμεσθα καὶ γιγνώσκομεν.
Ἰφιγένεια
  1. πότερος ἄρʼ ὑμῶν ἐνθάδʼ ὠνομασμένος
  2. Πυλάδης κέκληται; τόδε μαθεῖν πρῶτον θέλω.
Ὀρέστης
  1. ὅδʼ, εἴ τι δή σοι τοῦτʼ ἐν ἡδονῇ μαθεῖν.
Ἰφιγένεια
  1. ποίας πολίτης πατρίδος Ἕλληνος γεγώς;
Ὀρέστης
  1. τί δʼ ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι;
Ἰφιγένεια
  1. πότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς;
Ὀρέστης
  1. φιλότητί γʼ· ἐσμὲν δʼ οὐ κασιγνήτω, γύναι.
Ἰφιγένεια
  1. σοὶ δʼ ὄνομα ποῖον ἔθεθʼ ὁ γεννήσας πατήρ;
Ὀρέστης
  1. τὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθʼ ἄν.
Ἰφιγένεια
  1. οὐ τοῦτʼ ἐρωτῶ· τοῦτο μὲν δὸς τῇ τύχῃ.
Ὀρέστης
  1. ἀνώνυμοι θανόντες οὐ γελῴμεθʼ ἄν.
Ἰφιγένεια
  1. τί δὲ φθονεῖς τοῦτο; ἦ φρονεῖς οὕτω μέγα;
Ὀρέστης
  1. τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα.
Ἰφιγένεια
  1. οὐδʼ ἂν πόλιν φράσειας ἥτις ἐστί σοι;