Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. φροντιστέον μοι. μέθετε τῶν ξένων χέρας,
  2. ὡς ὄντες ἱεροὶ μηκέτʼ ὦσι δέσμιοι.
  3. ναοῦ δʼ ἔσω στείχοντες εὐτρεπίζετε
  4. ἃ χρὴ ʼπὶ τοῖς παροῦσι καὶ νομίζεται.
  5. φεῦ·
  6. τίς ἆρα μήτηρ ἡ τεκοῦσʼ ὑμᾶς ποτε
  7. πατήρ τʼ; ἀδελφή τʼ, εἰ γεγῶσα τυγχάνει —
  8. οἵων στερεῖσα διπτύχων νεανιῶν
  9. ἀνάδελφος ἔσται. — τὰς τύχας τίς οἶδʼ ὅτῳ
  10. τοιαίδʼ ἔσονται; πάντα γὰρ τὰ τῶν θεῶν
  11. ἐς ἀφανὲς ἕρπει, κοὐδὲν οἶδʼ οὐδεὶς κακὸν
  12. ---
  13. ἡ γὰρ τύχη παρήγαγʼ ἐς τὸ δυσμαθές.
  14. πόθεν ποθʼ ἥκετʼ, ὦ ταλαίπωροι ξένοι;
  15. ὡς διὰ μακροῦ μὲν τήνδʼ ἐπλεύσατε χθόνα,
  16. μακρὸν δʼ ἀπʼ οἴκων χρόνον ἔσεσθʼ ἀεὶ κάτω.
Ὀρέστης
  1. τί ταῦτʼ ὀδύρῃ, κἀπὶ τοῖς μέλλουσι νῷν
  2. κακοῖσι λυπεῖς, ἥτις εἶ ποτʼ, ὦ γύναι;
  3. οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων κτενεῖν
  4. οἴκτῳ τὸ δεῖμα τοὐλέθρου νικᾶν θέλῃ.