Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ζητεῖς γὰρ οὐδὲν κέρδος, ὡς θανουμένῳ.
- χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε;
- τὸ κλεινὸν Ἄργος πατρίδʼ ἐμὴν ἐπεύχομαι.
- πρὸς θεῶν, ἀληθῶς, ὦ ξένʼ, εἶ κεῖθεν γεγώς;
- ἐκ τῶν Μυκηνῶν γʼ, αἵ ποτʼ ἦσαν ὄλβιαι.
- φυγὰς δʼ ἀπῆρας πατρίδος, ἢ ποίᾳ τύχῃ;
- φεύγω τρόπον γε δή τινʼ οὐχ ἑκὼν ἑκών.
- ἆρʼ ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω;
- ὡς ἐν παρέργῳ τῆς ἐμῆς δυσπραξίας.
- καὶ μὴν ποθεινός γʼ ἦλθες ἐξ Ἄργους μολών.
- οὔκουν ἐμαυτῷ γʼ· εἰ δὲ σοί, σὺ τοῦτʼ ἔρα.
- Τροίαν ἴσως οἶσθʼ, ἧς ἁπανταχοῦ λόγος.
- ὡς μήποτʼ ὤφελόν γε μηδʼ ἰδὼν ὄναρ.
- φασίν νιν οὐκέτʼ οὖσαν οἴχεσθαι δορί.
- ἔστιν γὰρ οὕτως οὐδʼ ἄκραντʼ ἠκούσατε.
- Ἑλένη δʼ ἀφῖκται δῶμα Μενέλεω πάλιν;
- ἥκει, κακῶς γʼ ἐλθοῦσα τῶν ἐμῶν τινι.
- καὶ ποῦ ʼστι; κἀμοὶ γάρ τι προυφείλει κακόν.
- Σπάρτῃ ξυνοικεῖ τῷ πάρος ξυνευνέτῃ.
- ὦ μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνῃ.