Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Ἕλληνας ἄνδρας ἡνίκʼ ἐς χέρας λάβοις.
  2. νῦν δʼ ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα,
  3. δοκοῦσʼ Ὀρέστην μηκέθʼ ἥλιον βλέπειν,
  4. δύσνουν με λήψεσθʼ, οἵτινές ποθʼ ἥκετε.
  5. καὶ τοῦτʼ ἄρʼ ἦν ἀληθές, ᾐσθόμην, φίλαι·
  6. οἱ δυστυχεῖς γὰρ τοῖσι δυστυχεστέροις
  7. αὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ.
  8. ἀλλʼ οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε,
  9. οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας
  10. Ἑλένην ἀπήγαγʼ ἐνθάδʼ, ἥ μʼ ἀπώλεσεν,
  11. Μενέλεών θʼ, ἵνʼ αὐτοὺς ἀντετιμωρησάμην,
  12. τὴν ἐνθάδʼ Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ,
  13. οὗ μʼ ὥστε μόσχον Δαναΐδαι χειρούμενοι
  14. ἔσφαζον, ἱερεὺς δʼ ἦν ὁ γεννήσας πατήρ.
  15. οἴμοι — κακῶν γὰρ τῶν τότʼ οὐκ ἀμνημονῶ —
  16. ὅσας γενείου χεῖρας ἐξηκόντισα
  17. γονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη,
  18. λέγουσα τοιάδʼ· ὦ πάτερ, νυμφεύομαι
  19. νυμφεύματʼ αἰσχρὰ πρὸς σέθεν· μήτηρ δʼ ἐμὲ
  20. σέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦν