Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν
- μέλαθρον· ἡμεῖς δʼ ὀλλύμεσθα πρὸς σέθεν.
- Ἅιδης Ἀχιλλεὺς ἦν ἄρʼ, οὐχ ὁ Πηλέως,
- ὅν μοι προσείσας πόσιν, ἐν ἁρμάτων ὄχοις
- ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλῳ.
- ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων
- ἔχουσʼ, ἀδελφόν τʼ οὐκ ἀνειλόμην χεροῖν,
- — ὃς νῦν ὄλωλεν — οὐ κασιγνήτῃ στόμα
- συνῆψʼ ὑπʼ αἰδοῦς, ὡς ἰοῦσʼ ἐς Πηλέως
- μέλαθρα· πολλὰ δʼ ἀπεθέμην ἀσπάσματα
- ἐς αὖθις, ὡς ἥξουσʼ ἐς Ἄργος αὖ πάλιν.
- ὦ τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶν
- ἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων —
- τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα,
- ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου,
- ἢ καὶ λοχείας ἢ νεκροῦ θίγῃ χεροῖν,
- βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη,
- αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις.
- οὐκ ἔσθʼ ὅπως ἔτεκεν ἂν ἡ Διὸς δάμαρ
- Λητὼ τοσαύτην ἀμαθίαν. ἐγὼ μὲν οὖν