Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις.
- ἀλλʼ ἦν ἄπιστον· μυρίων γὰρ ἐκ χερῶν
- οὐδεὶς τὰ τῆς θεοῦ θύματʼ εὐτύχει βαλών.
- μόλις δέ νιν τόλμῃ μὲν οὐ χειρούμεθα,
- κύκλῳ δὲ περιβαλόντες ἐξεκλέψαμεν
- πέτροισι χειρῶν φάσγανʼ, ἐς δὲ γῆν γόνυ
- καμάτῳ καθεῖσαν. πρὸς δʼ ἄνακτα τῆσδε γῆς
- κομίζομέν νιν. ὃ δʼ ἐσιδὼν ὅσον τάχος
- ἐς χέρνιβάς τε καὶ σφαγεῖʼ ἔπεμπέ σοι.
- ηὔχου δὲ τοιάδʼ, ὦ νεᾶνί, σοι ξένων
- σφάγια παρεῖναι· κἂν ἀναλίσκῃς ξένους
- τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνον
- δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς.
- θαυμάστʼ ἔλεξας τὸν μανένθʼ, ὅστις ποτὲ
- Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον.
- εἶἑν· σὺ μὲν κόμιζε τοὺς ξένους μολών,
- τὰ δʼ ἐνθάδʼ ἡμεῖς ὅσια φροντιούμεθα —
- ὦ καρδία τάλαινα, πρὶν μὲν ἐς ξένους
- γαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί,
- ἐς θοὑμόφυλον ἀναμετρουμένη δάκρυ,