Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς,
- στάζων ἀφρῷ γένειον· ὡς δʼ ἐσείδομεν
- προύργου πεσόντα, πᾶς ἀνὴρ ἔσχεν πόνον
- βάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοιν
- ἀφρόν τʼ ἀπέψη σώματός τʼ ἐτημέλει
- πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς,
- καραδοκῶν μὲν τἀπιόντα τραύματα,
- φίλον δὲ θεραπείαισιν ἄνδρʼ εὐεργετῶν.
- ἔμφρων δʼ ἀνᾴξας ὁ ξένος πεσήματος
- ἔγνω κλύδωνα πολεμίων προσκείμενον
- καὶ τὴν παροῦσαν συμφορὰν αὐτοῖν πέλας,
- ᾤμωξέ θʼ· ἡμεῖς δʼ οὐκ ἀνίεμεν πέτροις
- βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι.
- οὗ δὴ τὸ δεινὸν παρακέλευσμʼ ἠκούσαμεν·
- Πυλάδη, θανούμεθʼ, ἀλλʼ ὅπως θανούμεθα
- κάλλισθʼ· ἕπου μοι, φάσγανον σπάσας χερί. —
- ὡς δʼ εἴδομεν δίπαλτα πολεμίων ξίφη,
- φυγῇ λεπαίας ἐξεπίμπλαμεν νάπας.
- ἀλλʼ, εἰ φύγοι τις, ἅτεροι προσκείμενοι
- ἔβαλλον αὐτούς· εἰ δὲ τούσδʼ ὠσαίατο,