Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἣ δʼ ἐκ χιτώνων πῦρ πνέουσα καὶ φόνον
- πτεροῖς ἐρέσσει, μητέρʼ ἀγκάλαις ἐμὴν
- ἔχουσα — πέτρινον ὄχθον, ὡς ἐπεμβάλῃ.
- οἴμοι, κτενεῖ με· ποῖ φύγω;
- παρῆν δʼ ὁρᾶν
- οὐ ταῦτα μορφῆς σχήματʼ, ἀλλʼ ἠλλάσσετο
- φθογγάς τε μόσχων καὶ κυνῶν ὑλάγματα,
- ἃς φᾶσʼ Ἐρινῦς ἱέναι μιμήματα.
- ἡμεῖς δὲ συσταλέντες, ὡς θαμβούμενοι,
- σιγῇ καθήμεθʼ· ὃ δὲ χερὶ σπάσας ξίφος,
- μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως,
- παίει σιδήρῳ λαγόνας ἐς πλευράς θʼ ἱείς,
- δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε,
- ὡς αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός.
- κἀν τῷδε πᾶς τις, ὡς ὁρᾷ βουφόρβια
- πίπτοντα καὶ πορθούμενʼ, ἐξωπλίζετο,
- κόχλους τε φυσῶν συλλέγων τʼ ἐγχωρίους·
- πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους
- φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα.
- πολλοὶ δʼ ἐπληρώθημεν ἐν μακρῷ χρόνῳ.