Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. θάσσουσιν οἵδε. — θεοσεβὴς δʼ ἡμῶν τις ὢν
  2. ἀνέσχε χεῖρα καὶ προσηύξατʼ εἰσιδών·
  3. ὦ ποντίας παῖ Λευκοθέας, νεῶν φύλαξ,
  4. δέσποτα Παλαῖμον, ἵλεως ἡμῖν γενοῦ,
  5. εἴτʼ οὖν ἐπʼ ἀκταῖς θάσσετον Διοσκόρω,
  6. ἢ Νηρέως ἀγάλμαθʼ, ὃς τὸν εὐγενῆ
  7. ἔτικτε πεντήκοντα Νηρῄδων χορόν.
  8. ἄλλος δέ τις μάταιος, ἀνομίᾳ θρασύς,
  9. ἐγέλασεν εὐχαῖς, ναυτίλους δʼ ἐφθαρμένους
  10. θάσσειν φάραγγʼ ἔφασκε τοῦ νόμου φόβῳ,
  11. κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους.
  12. ἔδοξε δʼ ἡμῶν εὖ λέγειν τοῖς πλείοσι,
  13. θηρᾶν τε τῇ θεῷ σφάγια τἀπιχώρια.
  14. κἀν τῷδε πέτραν ἅτερος λιπὼν ξένοιν
  15. ἔστη κάρα τε διετίναξʼ ἄνω κάτω
  16. κἀπεστέναξεν ὠλένας τρέμων ἄκρας,
  17. μανίαις ἀλαίνων, καὶ βοᾷ κυναγὸς ὥς·
  18. Πυλάδη, δέδορκας τήνδε; τήνδε δʼ οὐχ ὁρᾷς
  19. Ἅιδου δράκαιναν, ὥς με βούλεται κτανεῖν
  20. δειναῖς ἐχίδναις εἰς ἔμʼ ἐστομωμένη;