Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὐδʼ ὄνομʼ ἀκούσας οἶσθα τῶν ξένων φράσαι;
- Πυλάδης ἐκλῄζεθʼ ἅτερος πρὸς θατέρου.
- τοῦ ξυζύγου δὲ τοῦ ξένου τί τοὔνομʼ ἦν;
- οὐδεὶς τόδʼ οἶδεν· οὐ γὰρ εἰσηκούσαμεν.
- πῶς δʼ εἴδετʼ αὐτοὺς κἀντυχόντες εἵλετε;
- ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου —
- καὶ τίς θαλάσσης βουκόλοις κοινωνία;
- βοῦς ἤλθομεν νίψοντες ἐναλίᾳ δρόσῳ.
- ἐκεῖσε δὴ ʼπάνελθε, πῶς νιν εἵλετε
- τρόπῳ θʼ ὁποίῳ· τοῦτο γὰρ μαθεῖν θέλω.
- χρόνιοι γὰρ ἥκουσʼ· οὐδέ πω βωμὸς θεᾶς
- Ἑλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς.
- ἐπεὶ τὸν ἐσρέοντα διὰ Συμπληγάδων
- βοῦς ὑλοφορβοὺς πόντον εἰσεβάλλομεν,
- ἦν τις διαρρὼξ κυμάτων πολλῷ σάλῳ
- κοιλωπὸς ἀγμός, πορφυρευτικαὶ στέγαι.
- ἐνταῦθα δισσοὺς εἶδέ τις νεανίας
- βουφορβὸς ἡμῶν, κἀπεχώρησεν πάλιν
- ἄκροισι δακτύλοισι πορθμεύων ἴχνος.
- ἔλεξε δʼ· Οὐχ ὁρᾶτε; δαίμονές τινες