Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οἰκτράν τʼ αἰαζόντων αὐδὰν
  2. οἰκτρόν τʼ ἐκβαλλόντων δάκρυον.
  3. καὶ νῦν κείνων μέν μοι λάθα,
  4. τὸν δʼ Ἄργει δμαθέντα κλαίω
  5. σύγγονον, ὃν ἔλιπον ἐπιμαστίδιον,
  6. ἔτι βρέφος, ἔτι νέον, ἔτι θάλος
  7. ἐν χερσὶν ματρὸς πρὸς στέρνοις τʼ
  8. Ἄργει σκηπτοῦχον Ὀρέσταν.
Χορός
  1. καὶ μὴν ὅδʼ ἀκτὰς ἐκλιπὼν θαλασσίους
  2. βουφορβὸς ἥκει σημανῶν τί σοι νέον.
Βουκόλος
  1. Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τέκνον,
  2. ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων.
Ἰφιγένεια
  1. τί δʼ ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου;
Βουκόλος
  1. ἥκουσιν ἐς γῆν, κυανέαν Συμπληγάδα
  2. πλάτῃ φυγόντες, δίπτυχοι νεανίαι,
  3. θεᾷ φίλον πρόσφαγμα καὶ θυτήριον
  4. Ἀρτέμιδι. χέρνιβας δὲ καὶ κατάργματα
  5. οὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη.
Ἰφιγένεια
  1. ποδαποί; τίνος γῆς σχῆμʼ ἔχουσιν οἱ ξένοι;
Βουκόλος
  1. Ἕλληνες· ἓν τοῦτʼ οἶδα κοὐ περαιτέρω.