Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Μοῖραι ξυντείνουσιν θεαί,
- τᾷ μναστευθείσᾳ ʼξ Ἑλλάνων,
- ἃν πρωτόγονον θάλος ἐν θαλάμοις
- Λήδας ἁ τλάμων κούρα
- σφάγιον πατρῴᾳ λώβᾳ
- καὶ θῦμʼ οὐκ εὐγάθητον
- ἔτεκεν, ἔτρεφεν εὐκταίαν·
- ἱππείοις δʼ ἐν δίφροισι
- ψαμάθων Αὐλίδος ἐπέβασαν
- νύμφαιον, οἴμοι, δύσνυμφον
- τῷ τᾶς Νηρέως κούρας, αἰαῖ.
- νῦν δʼ ἀξείνου πόντου ξείνα
- δυσχόρτους οἴκους ναίω,
- ἄγαμος ἄτεκνος ἄπολις ἄφιλος,
- οὐ τὰν Ἄργει μέλπουσʼ Ἥραν
- οὐδʼ ἱστοῖς ἐν καλλιφθόγγοις
- κερκίδι Παλλάδος Ἀτθίδος εἰκὼ
- καὶ Τιτάνων ποικίλλουσʼ, ἀλλʼ
- αἱμόρραντον δυσφόρμιγγα
- ξείνων αἱμάσσουσʼ ἄταν βωμούς,