Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οἴμοι, τῶν Ἀτρειδᾶν οἴκων·
- ἔρρει φῶς σκήπτρων, οἴμοι,
- πατρῴων οἴκων.
- ἦν ἐκ τῶν εὐόλβων Ἄργει
- βασιλέων ἀρχά,
- μόχθος δʼ ἐκ μόχθων ᾄσσει·
- δινευούσαις ἵπποισι ῥιφαὶ
- Πέλοπος πταναῖς· ἀλλάξας δʼ ἐξ
- ἕδρας ἱερὸν ἱερὸν ὄμμʼ αὐγᾶς
- ἅλιος. ἄλλαις δʼ ἄλλα προσέβα
- χρυσέας ἀρνὸς μελάθροις ὀδύνα,
- φόνος ἐπὶ φόνῳ, ἄχεα ἄχεσιν
- ἔνθεν τῶν πρόσθεν δμαθέντων
- Τανταλιδᾶν ἐκβαίνει ποινά γʼ
- εἰς οἴκους, σπεύδει δʼ ἀσπούδαστʼ
- ἐπὶ σοὶ δαίμων.
- ἐξ ἀρχᾶς μοι δυσδαίμων
- δαίμων τᾶς ματρὸς ζώνας
- καὶ νυκτὸς κείνας· ἐξ ἀρχᾶς
- λόχιαι στερρὰν παιδείαν