Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὑδραίνειν γαίας ἐν νώτοις
- πηγάς τʼ οὐρείων ἐκ μόσχων
- Βάκχου τʼ οἰνηρὰς λοιβὰς
- ξουθᾶν τε πόνημα μελισσᾶν,
- ἃ νεκροῖς θελκτήρια κεῖται.
- ἀλλʼ ἔνδος μοι πάγχρυσον
- τεῦχος καὶ λοιβὰν Ἅιδα.
- ὦ κατὰ γαίας Ἀγαμεμνόνιον
- θάλος, ὡς φθιμένῳ τάδε σοι πέμπω·
- δέξαι δʼ· οὐ γὰρ πρὸς τύμβον σοι
- ξανθὰν χαίταν, οὐ δάκρυʼ οἴσω.
- τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην
- πατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασι
- κεῖμαι σφαχθεῖσʼ ἁ τλάμων.
- ἀντιψάλμους ᾠδὰς ὕμνων τʼ
- Ἀσιητᾶν σοι βάρβαρον ἀχὰν
- δεσποίνᾳ γʼ ἐξαυδάσω,
- τὰν ἐν θρήνοισιν μοῦσαν
- νέκυσι μελομέναν, τὰν ἐν μολπαῖς
- Ἅιδας ὑμνεῖ δίχα παιάνων.