Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δέρῃ πρὸς ἀνδρὸς αἷμά τʼ ἐξανιέτω,
  2. ὁσίας ἕκατι θεά θʼ ὅπως τιμὰς ἔχῃ.
  3. σὲ δʼ ἀμφὶ σεμνάς, Ἰφιγένεια, κλίμακας
  4. Βραυρωνίας δεῖ τῇδε κλῃδουχεῖν θεᾷ·
  5. οὗ καὶ τεθάψῃ κατθανοῦσα, καὶ πέπλων
  6. ἄγαλμά σοι θήσουσιν εὐπήνους ὑφάς,
  7. ἃς ἂν γυναῖκες ἐν τόκοις ψυχορραγεῖς
  8. λίπωσʼ ἐν οἴκοις. τάσδε δʼ ἐκπέμπειν χθονὸς
  9. Ἑλληνίδας γυναῖκας ἐξεφίεμαι
  10. γνώμης δικαίας οὕνεκʼ
  11. ---
  12. ἐκσῴσασα δὲ
  13. καὶ πρίν σʼ Ἀρείοις ἐν πάγοις ψήφους ἴσας
  14. κρίνασʼ, Ὀρέστα· καὶ νόμισμʼ ἔσται τόδε,
  15. νικᾶν ἰσήρεις ὅστις ἂν ψήφους λάβῃ.
  16. ἀλλʼ ἐκκομίζου σὴν κασιγνήτην χθονός,
  17. Ἀγαμέμνονος παῖ. — καὶ σὺ μὴ θυμοῦ, Θόας.
Θόας
  1. ἄνασσʼ Ἀθάνα, τοῖσι τῶν θεῶν λόγοις
  2. ὅστις κλύων ἄπιστος, οὐκ ὀρθῶς φρονεῖ.
  3. ἐγὼ δʼ Ὀρέστῃ τʼ, εἰ φέρων βρέτας θεᾶς