Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἄγαλμά θʼ ἱερὸν εἰς ἐμὴν ἄξων χθόνα,
  2. τῶν νῦν παρόντων πημάτων ἀναψυχάς.
  3. πρὸς μὲν σὲ ὅδʼ ἡμῖν μῦθος· ὃν δʼ ἀποκτενεῖν
  4. δοκεῖς Ὀρέστην ποντίῳ λαβὼν σάλῳ,
  5. ἤδη Ποσειδῶν χάριν ἐμὴν ἀκύμονα
  6. πόντου τίθησι νῶτα πορθμεύειν πλάτῃ.
  7. μαθὼν δʼ, Ὀρέστα, τὰς ἐμὰς ἐπιστολάς —
  8. κλύεις γὰρ αὐδὴν καίπερ οὐ παρὼν θεᾶς —
  9. χώρει λαβὼν ἄγαλμα σύγγονόν τε σήν.
  10. ὅταν δʼ Ἀθήνας τὰς θεοδμήτους μόλῃς,
  11. χῶρός τις ἔστιν Ἀτθίδος πρὸς ἐσχάτοις
  12. ὅροισι, γείτων δειράδος Καρυστίας,
  13. ἱερός, Ἁλάς νιν οὑμὸς ὀνομάζει λεώς·
  14. ἐνταῦθα τεύξας ναὸν ἵδρυσαι βρέτας,
  15. ἐπώνυμον γῆς Ταυρικῆς πόνων τε σῶν,
  16. οὓς ἐξεμόχθεις περιπολῶν καθʼ Ἑλλάδα
  17. οἴστροις Ἐρινύων. Ἄρτεμιν δέ νιν βροτοὶ
  18. τὸ λοιπὸν ὑμνήσουσι Ταυροπόλον θεάν.
  19. νόμον τε θὲς τόνδʼ· ὅταν ἑορτάζῃ λεώς,
  20. τῆς σῆς σφαγῆς ἄποινʼ ἐπισχέτω ξίφος