Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. βέβηκʼ, ἀδελφῇ τʼ οὐχὶ θυμοῦμαι· τί γὰρ
  2. πρὸς τοὺς σθένοντας θεοὺς ἁμιλλᾶσθαι καλόν;
  3. ἴτωσαν ἐς σὴν σὺν θεᾶς ἀγάλματι
  4. γαῖαν, καθιδρύσαιντό τʼ εὐτυχῶς βρέτας.
  5. πέμψω δὲ καὶ τάσδʼ Ἑλλάδʼ εἰς εὐδαίμονα
  6. γυναῖκας, ὥσπερ σὸν κέλευσμʼ ἐφίεται.
  7. παύσω δὲ λόγχην ἣν ἐπαίρομαι ξένοις
  8. ναῶν τʼ ἐρετμά, σοὶ τάδʼ ὡς δοκεῖ, θεά.
Ἀθήνα
  1. αἰνῶ· τὸ γὰρ χρεὼν σοῦ τε καὶ θεῶν κρατεῖ.
  2. ἴτʼ, ὦ πνοαί, ναυσθλοῦσθε τὸν Ἀγαμέμνονος
  3. παῖδʼ εἰς Ἀθήνας· συμπορεύσομαι δʼ ἐγὼ
  4. σῴζουσʼ ἀδελφῆς τῆς ἐμῆς σεμνὸν βρέτας.
Χορός
  1. ἴτʼ ἐπʼ εὐτυχίᾳ τῆς σῳζομένης
  2. μοίρας εὐδαίμονες ὄντες.
  3. ἀλλʼ, ὦ σεμνὴ παρά τʼ ἀθανάτοις
  4. καὶ παρὰ θνητοῖς, Παλλὰς Ἀθάνα,
  5. δράσομεν οὕτως ὡς σὺ κελεύεις.
  6. μάλα γὰρ τερπνὴν κἀνέλπιστον
  7. φήμην ἀκοαῖσι δέδεγμαι.
  8. — — —