Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- θανῇ πάλιν μολοῦσα δεσποτῶν χέρας.
- ὦ πάντες ἀστοὶ τῆσδε βαρβάρου χθονός,
- οὐκ εἶα πώλοις ἐμβαλόντες ἡνίας
- παράκτιοι δραμεῖσθε κἀκβολὰς νεὼς
- Ἑλληνίδος δέξεσθε, σὺν δὲ τῇ θεῷ
- σπεύδοντες ἄνδρας δυσσεβεῖς θηράσετε,
- οἳ δʼ ὠκυπομποὺς ἕλξετʼ ἐς πόντον πλάτας;
- ὡς ἐκ θαλάσσης ἔκ τε γῆς ἱππεύμασι
- λαβόντες αὐτοὺς ἢ κατὰ στύφλου πέτρας
- ῥίψωμεν, ἢ σκόλοψι πήξωμεν δέμας.
- ὑμᾶς δὲ τὰς τῶνδʼ ἴστορας βουλευμάτων,
- γυναῖκες, αὖθις, ἡνίκʼ ἂν σχολὴν λάβω,
- ποινασόμεσθα· νῦν δὲ τὴν προκειμένην
- σπουδὴν ἔχοντες οὐ μενοῦμεν ἥσυχοι.
- ποῖ ποῖ διωγμὸν τόνδε πορθμεύεις, ἄναξ
- Θόας; ἄκουσον τῆσδʼ Ἀθηναίας λόγους.
- παῦσαι διώκων ῥεῦμά τʼ ἐξορμῶν στρατοῦ·
- πεπρωμένος γὰρ θεσφάτοισι Λοξίου
- δεῦρʼ ἦλθʼ Ὀρέστης, τόν τʼ Ἐρινύων χόλον
- φεύγων ἀδελφῆς τʼ Ἄργος ἐσπέμψων δέμας