Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. φιλεῖς δὲ καὶ σὺ σὸν κασίγνητον, θεά·
  2. φιλεῖν δὲ κἀμὲ τοὺς ὁμαίμονας δόκει.
  3. ναῦται δʼ ἐπευφήμησαν εὐχαῖσιν κόρης
  4. παιᾶνα, γυμνὰς ἐκ πέπλων ἐπωμίδας
  5. κώπῃ προσαρμόσαντες ἐκ κελεύσματος.
  6. μᾶλλον δὲ μᾶλλον πρὸς πέτρας ᾔει σκάφος·
  7. χὣ μέν τις ἐς θάλασσαν ὡρμήθη ποσίν,
  8. ἄλλος δὲ πλεκτὰς ἐξανῆπτεν ἀγκύλας.
  9. κἀγὼ μὲν εὐθὺς πρὸς σὲ δεῦρʼ ἀπεστάλην,
  10. σοὶ τὰς ἐκεῖθεν σημανῶν, ἄναξ, τύχας.
  11. ἀλλʼ ἕρπε, δεσμὰ καὶ βρόχους λαβὼν χεροῖν·
  12. εἰ μὴ γὰρ οἶδμα νήνεμον γενήσεται,
  13. οὐκ ἔστιν ἐλπὶς τοῖς ξένοις σωτηρίας.
  14. πόντου δʼ ἀνάκτωρ Ἴλιόν τʼ ἐπισκοπεῖ
  15. σεμνὸς Ποσειδῶν, Πελοπίδαις ἐναντίος,
  16. καὶ νῦν παρέξει τὸν Ἀγαμέμνονος γόνον
  17. σοὶ καὶ πολίταις, ὡς ἔοικεν, ἐν χεροῖν
  18. λαβεῖν, ἀδελφήν θʼ, ἣ φόνον τὸν Αὐλίδι
  19. ἀμνημόνευτον θεᾷ προδοῦσʼ ἁλίσκεται.
Χορός
  1. ὦ τλῆμον Ἰφιγένεια, συγγόνου μέτα