Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. λαβὼν Ὀρέστης ὦμον εἰς ἀριστερόν,
  2. βὰς ἐς θάλασσαν κἀπὶ κλίμακος θορών,
  3. ἔθηκʼ ἀδελφὴν ἐντὸς εὐσήμου νεώς,
  4. τό τʼ οὐρανοῦ πέσημα, τῆς Διὸς κόρης
  5. ἄγαλμα. ναὸς δʼ ἐκ μέσης ἐφθέγξατο
  6. βοή τις· ὦ γῆς Ἑλλάδος ναῦται, νεὼς
  7. λάβεσθε κώπαις ῥόθιά τʼ ἐκλευκαίνετε·
  8. ἔχομεν γὰρ ὧνπερ οὕνεκʼ ἄξενον πόρον
  9. Συμπληγάδων ἔσωθεν εἰσεπλεύσαμεν.
  10. οἳ δὲ στεναγμὸν ἡδὺν ἐκβρυχώμενοι
  11. ἔπαισαν ἅλμην. ναῦς δʼ, ἕως μὲν ἐντὸς ἦν
  12. λιμένος, ἐχώρει στόμια, διαπερῶσα δὲ
  13. λάβρῳ κλύδωνι συμπεσοῦσʼ ἠπείγετο·
  14. δεινὸς γὰρ ἐλθὼν ἄνεμος ἐξαίφνης νεὼς
  15. ὠθεῖ παλίμπρυμνʼ ἱστίʼ· οἳ δʼ ἐκαρτέρουν
  16. πρὸς κῦμα λακτίζοντες· ἐς δὲ γῆν πάλιν
  17. κλύδων παλίρρους ἦγε ναῦν. σταθεῖσα δὲ
  18. Ἀγαμέμνονος παῖς ηὔξατʼ· ὦ Λητοῦς κόρη
  19. σῷσόν με τὴν σὴν ἱερέαν πρὸς Ἑλλάδα
  20. ἐκ βαρβάρου γῆς καὶ κλοπαῖς σύγγνωθʼ ἐμαῖς.