Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὁ δʼ εἶπʼ· Ὀρέστης, τῆσδʼ ὅμαιμος, ὡς μάθῃς,
- Ἀγαμέμνονος παῖς, τήνδʼ ἐμὴν κομίζομαι
- λαβὼν ἀδελφήν, ἣν ἀπώλεσʼ ἐκ δόμων.
- ἀλλʼ οὐδὲν ἧσσον εἰχόμεσθα τῆς ξένης
- καὶ πρὸς σὲ ἕπεσθαι διεβιαζόμεσθά νιν·
- ὅθεν τὰ δεινὰ πλήγματʼ ἦν γενειάδων.
- κεῖνοί τε γὰρ σίδηρον οὐκ εἶχον χεροῖν
- ἡμεῖς τε· πυγμαί τʼ ἦσαν ἐγκροτούμεναι,
- καὶ κῶλʼ ἀπʼ ἀμφοῖν τοῖν νεανίαιν ἅμα
- ἐς πλευρὰ καὶ πρὸς ἧπαρ ἠκοντίζετο,
- ὡς τῷ ξυνάπτειν καὶ συναποκαμεῖν μέλη.
- δεινοῖς δὲ σημάντροισιν ἐσφραγισμένοι
- ἐφεύγομεν πρὸς κρημνόν, οἳ μὲν ἐν κάρᾳ
- κάθαιμʼ ἔχοντες τραύμαθʼ, οἳ δʼ ἐν ὄμμασιν·
- ὄχθοις δʼ ἐπισταθέντες εὐλαβεστέρως
- ἐμαρνάμεσθα καὶ πέτρους ἐβάλλομεν.
- ἀλλʼ εἶργον ἡμᾶς τοξόται πρύμνης ἔπι
- σταθέντες ἰοῖς, ὥστʼ ἀναστεῖλαι πρόσω.
- κἀν τῷδε — δεινὸς γὰρ κλύδων ὤκειλε ναῦν
- πρὸς γῆν, φόβος δʼ ἦν παρθένῳ τέγξαι πόδα —