Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- κτάνοιεν αὐτὴν δραπέται τʼ οἰχοίατο.
- φόβῳ δʼ ἃ μὴ χρῆν εἰσορᾶν καθήμεθα
- σιγῇ· τέλος δὲ πᾶσιν ἦν αὑτὸς λόγος
- στείχειν ἵνʼ ἦσαν, καίπερ οὐκ ἐωμένοις.
- κἀνταῦθʼ ὁρῶμεν Ἑλλάδος νεὼς σκάφος
- ταρσῷ κατήρει πίτυλον ἐπτερωμένον,
- ναύτας τε πεντήκοντʼ ἐπὶ σκαλμῶν πλάτας
- ἔχοντας, ἐκ δεσμῶν δὲ τοὺς νεανίας
- ἐλευθέρους πρύμνηθεν ἑστῶτας νεώς.
- κοντοῖς δὲ πρῷραν εἶχον, οἳ δʼ ἐπωτίδων
- ἄγκυραν ἐξανῆπτον· οἳ δέ, κλίμακας
- σπεύδοντες, ἦγον διὰ χερῶν πρυμνήσια,
- πόντῳ δὲ δόντες τοῖν ξένοιν καθίεσαν.
- ἡμεῖς δʼ ἀφειδήσαντες, ὡς ἐσείδομεν
- δόλια τεχνήματʼ, εἰχόμεσθα τῆς ξένης
- πρυμνησίων τε, καὶ διʼ εὐθυντηρίας
- οἴακας ἐξῃροῦμεν εὐπρύμνου νεώς.
- λόγοι δʼ ἐχώρουν· Τίνι λόγῳ πορθμεύετε
- κλέπτοντες ἐκ γῆς ξόανα καὶ θυηπόλους;
- τίνος τίς ὢν σὺ τήνδʼ ἀπεμπολᾷς χθονός;