Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὦ θαῦμα — πῶς σε μεῖζον ὀνομάσας τύχω;
- μὴ ʼνταῦθα τρέψῃς σὴν φρένʼ, ἀλλʼ ἄκουέ μου·
- σαφῶς δʼ ἀθρήσας καὶ κλύων ἐκφρόντισον
- διωγμὸς ὅστις τοὺς ξένους θηράσεται.
- λέγʼ· εὖ γὰρ εἶπας· οὐ γὰρ ἀγχίπλουν πόρον
- φεύγουσιν, ὥστε διαφυγεῖν τοὐμὸν δόρυ.
- ἐπεὶ πρὸς ἀκτὰς ἤλθομεν θαλασσίας,
- οὗ ναῦς Ὀρέστου κρύφιος ἦν ὡρμισμένη,
- ἡμᾶς μέν, οὓς σὺ δεσμὰ συμπέμπεις ξένων
- ἔχοντας, ἐξένευσʼ ἀποστῆναι πρόσω
- Ἀγαμέμνονος παῖς, ὡς ἀπόρρητον φλόγα
- θύουσα καὶ καθαρμὸν ὃν μετῴχετο,
- αὐτὴ δʼ ὄπισθε δέσμʼ ἔχουσα τοῖν ξένοιν
- ἔστειχε χερσί. καὶ τάδʼ ἦν ὕποπτα μέν,
- ἤρεσκε μέντοι σοῖσι προσπόλοις, ἄναξ.
- χρόνῳ δʼ, ἵνʼ ἡμῖν δρᾶν τι δὴ δοκοῖ πλέον,
- ἀνωλόλυξε καὶ κατῇδε βάρβαρα
- μέλη μαγεύουσʼ, ὡς φόνον νίζουσα δή.
- ἐπεὶ δὲ δαρὸν ἦμεν ἥμενοι χρόνον,
- ἐσῆλθεν ἡμᾶς μὴ λυθέντες οἱ ξένοι