Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οὔ, πρίν γʼ ἂν εἴπῃ τοὔπος ἑρμηνεὺς ὅδε,
  2. εἴτʼ ἔνδον εἴτʼ οὐκ ἔνδον ἀρχηγὸς χθονός.
  3. ὠή, χαλᾶτε κλῇθρα, τοῖς ἔνδον λέγω,
  4. καὶ δεσπότῃ σημήναθʼ οὕνεκʼ ἐν πύλαις
  5. πάρειμι, καινῶν φόρτον ἀγγέλλων κακῶν.
Θόας
  1. τίς ἀμφὶ δῶμα θεᾶς τόδʼ ἵστησιν βοήν,
  2. πύλας ἀράξας καὶ ψόφον πέμψας ἔσω;
Ἄγγελος
  1. φεῦ·
  2. πῶς ἔλεγον αἵδε, καί μʼ ἀπήλαυνον δόμων,
  3. ὡς ἐκτὸς εἴης· σὺ δὲ κατʼ οἶκον ἦσθʼ ἄρα.
Θόας
  1. τί προσδοκῶσαι κέρδος ἢ θηρώμεναι;
Ἄγγελος
  1. αὖθις τὰ τῶνδε σημανῶ· τὰ δʼ ἐν ποσὶ
  2. παρόντʼ ἄκουσον. ἡ νεᾶνις ἣ ʼνθάδε
  3. βωμοῖς παρίστατʼ, Ἰφιγένειʼ, ἔξω χθονὸς
  4. σὺν τοῖς ξένοισιν οἴχεται, σεμνὸν θεᾶς
  5. ἄγαλμʼ ἔχουσα· δόλια δʼ ἦν καθάρματα.
Θόας
  1. πῶς φῄς; τί πνεῦμα συμφορᾶς κεκτημένη;
Ἄγγελος
  1. σῴζουσʼ Ὀρέστην· τοῦτο γὰρ σὺ θαυμάσῃ.
Θόας
  1. τὸν ποῖον; ἆρʼ ὃν Τυνδαρὶς τίκτει κόρη;
Ἄγγελος
  1. ὃν τοῖσδε βωμοῖς θεὰ καθωσιώσατο.