Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πολυάνορι δʼ ἐν ξενόεντι θρόνῳ θάρση βροτοῖς
  2. θεσφάτων ἀοιδαῖς.
Ἄγγελος
  1. ὦ ναοφύλακες βώμιοί τʼ ἐπιστάται,
  2. Θόας ἄναξ γῆς τῆσδε ποῦ κυρεῖ βεβώς;
  3. καλεῖτʼ ἀναπτύξαντες εὐγόμφους πύλας
  4. ἔξω μελάθρων τῶνδε κοίρανον χθονός.
Χορός
  1. τί δʼ ἔστιν, εἰ χρὴ μὴ κελευσθεῖσαν λέγειν;
Ἄγγελος
  1. βεβᾶσι φροῦδοι δίπτυχοι νεανίαι
  2. Ἀγαμεμνονείας παιδὸς ἐκ βουλευμάτων
  3. φεύγοντες ἐκ γῆς τῆσδε καὶ σεμνὸν βρέτας
  4. λαβόντες ἐν κόλποισιν Ἑλλάδος νεώς.
Χορός
  1. ἄπιστον εἶπας μῦθον· ὃν δʼ ἰδεῖν θέλεις
  2. ἄνακτα χώρας, φροῦδος ἐκ ναοῦ συθείς.
Ἄγγελος
  1. ποῖ; δεῖ γὰρ αὐτὸν εἰδέναι τὰ δρώμενα.
Χορός
  1. οὐκ ἴσμεν· ἀλλὰ στεῖχε καὶ δίωκέ νιν
  2. ὅπου κυρήσας τούσδʼ ἀπαγγελεῖς λόγους.
Ἄγγελος
  1. ὁρᾶτʼ, ἄπιστον ὡς γυναικεῖον γένος·
  2. μέτεστι χὑμῖν τῶν πεπραγμένων μέρος.
Χορός
  1. μαίνῃ· τί δʼ ἡμῖν τῶν ξένων δρασμοῦ μέτα;
  2. οὐκ εἶ κρατούντων πρὸς πύλας ὅσον τάχος;