Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐν δόμοις μίμνειν ἅπαντας.
- μὴ συναντῷεν φόνῳ;
- μυσαρὰ γὰρ τὰ τοιάδʼ ἐστί.
- στεῖχε καὶ σήμαινε σύ —
- μηδένʼ εἰς ὄψιν πελάζειν.
- εὖ γε κηδεύεις πόλιν.
- καὶ φίλων γʼ οὓς δεῖ μάλιστα.
- τοῦτʼ ἔλεξας εἰς ἐμέ.
- ---
- ὡς εἰκότως σε πᾶσα θαυμάζει πόλις.
- σὺ δὲ μένων αὐτοῦ πρὸ ναῶν τῇ θεῷ —
- τί χρῆμα δρῶ;
- ἅγνισον πυρσῷ μέλαθρον.
- καθαρὸν ὡς μόλῃς πάλιν.
- ἡνίκʼ ἂν δʼ ἔξω περῶσιν οἱ ξένοι —
- τί χρή με δρᾶν;
- πέπλον ὀμμάτων προθέσθαι.
- μὴ παλαμναῖον λάβω.
- ἢν δʼ ἄγαν δοκῶ χρονίζειν —
- τοῦδʼ ὅρος τίς ἐστί μοι;