Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐρημίας δεῖ· καὶ γὰρ ἄλλα δράσομεν.
Θόας
  1. ἄγʼ ἔνθα χρῄζεις· οὐ φιλῶ τἄρρηθʼ ὁρᾶν.
Ἰφιγένεια
  1. ἁγνιστέον μοι καὶ τὸ τῆς θεοῦ βρέτας.
Θόας
  1. εἴπερ γε κηλὶς ἔβαλέ νιν μητροκτόνος.
Ἰφιγένεια
  1. οὐ γάρ ποτʼ ἄν νιν ἠράμην βάθρων ἄπο.
Θόας
  1. δίκαιος ηὑσέβεια καὶ προμηθία.
Ἰφιγένεια
  1. οἶσθά νυν ἅ μοι γενέσθω;
Θόας
  1. σὸν τὸ σημαίνειν τόδε.
Ἰφιγένεια
  1. δεσμὰ τοῖς ξένοισι πρόσθες.
Θόας
  1. ποῖ δέ σʼ ἐκφύγοιεν ἄν;
Ἰφιγένεια
  1. πιστὸν Ἑλλὰς οἶδεν οὐδέν.
Θόας
  1. ἴτʼ ἐπὶ δεσμά, πρόσπολοι.
Ἰφιγένεια
  1. κἀκκομιζόντων δὲ δεῦρο τοὺς ξένους —
Θόας
  1. ἔσται τάδε.
Ἰφιγένεια
  1. κρᾶτα κρύψαντες πέπλοισιν.
Θόας
  1. ἡλίου πρόσθεν φλογός.
Ἰφιγένεια
  1. σῶν τέ μοι σύμπεμπʼ ὀπαδῶν.
Θόας
  1. οἵδʼ ὁμαρτήσουσί σοι.
Ἰφιγένεια
  1. καὶ πόλει πέμψον τινʼ ὅστις σημανεῖ —
Θόας
  1. ποίας τύχας;