Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- θαυμάσῃς μηδέν.
- τὰ τῆς θεοῦ πρᾶσσʼ — ἐπεὶ σχολή — καλῶς.
- εἰ γὰρ ὡς θέλω καθαρμὸς ὅδε πέσοι.
- συνεύχομαι.
- τούσδʼ ἄρʼ ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένους
- καὶ θεᾶς κόσμους νεογνούς τʼ ἄρνας, ὡς φόνῳ φόνον
- μυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τʼ ἄλλʼ ὅσα
- προυθέμην ἐγὼ ξένοισι καὶ θεᾷ καθάρσια.
- ἐκποδὼν δʼ αὐδῶ πολίταις τοῦδʼ ἔχειν μιάσματος,
- εἴ τις ἢ ναῶν πυλωρὸς χεῖρας ἁγνεύει θεοῖς
- ἢ γάμον στείχει συνάψων ἢ τόκοις βαρύνεται,
- φεύγετʼ, ἐξίστασθε, μή τῳ προσπέσῃ μύσος τόδε.
- ὦ Διὸς Λητοῦς τʼ ἄνασσα παρθένʼ, ἢν νίψω φόνον
- τῶνδε καὶ θύσωμεν οὗ χρή, καθαρὸν οἰκήσεις δόμον,
- εὐτυχεῖς δʼ ἡμεῖς ἐσόμεθα. τἄλλα δʼ οὐ λέγουσʼ, ὅμως
- τοῖς τὰ πλείονʼ εἰδόσιν θεοῖς σοί τε σημαίνω, θεά.
- εὔπαις ὁ Λατοῦς γόνος,
- τόν ποτε Δηλιὰς ἐν καρποφόροις γυάλοις
- ἔτικτε, χρυσοκόμαν
- ἐν κιθάρᾳ σοφόν, ἅ τʼ ἐπὶ τόξων