Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σεμνόν γʼ ὑπʼ αἰθέρʼ, ὡς μεταστήσω φόνου.
Θόας
  1. μίασμα δʼ ἔγνως τοῖν ξένοιν ποίῳ τρόπῳ;
Ἰφιγένεια
  1. ἤλεγχον, ὡς θεᾶς βρέτας ἀπεστράφη πάλιν.
Θόας
  1. σοφήν σʼ ἔθρεψεν Ἑλλάς, ὡς ᾔσθου καλῶς.
Ἰφιγένεια
  1. καὶ μὴν καθεῖσαν δέλεαρ ἡδύ μοι φρενῶν.
Θόας
  1. τῶν Ἀργόθεν τι φίλτρον ἀγγέλλοντέ σοι;
Ἰφιγένεια
  1. τὸν μόνον Ὀρέστην ἐμὸν ἀδελφὸν εὐτυχεῖν.
Θόας
  1. ὡς δή σφε σῴσαις ἡδοναῖς ἀγγελμάτων.
Ἰφιγένεια
  1. καὶ πατέρα γε ζῆν καὶ καλῶς πράσσειν ἐμόν.
Θόας
  1. σὺ δʼ ἐς τὸ τῆς θεοῦ γʼ ἐξένευσας εἰκότως.
Ἰφιγένεια
  1. πᾶσάν γε μισοῦσʼ Ἑλλάδʼ, ἥ μʼ ἀπώλεσεν.
Θόας
  1. τί δῆτα δρῶμεν, φράζε, τοῖν ξένοιν πέρι;
Ἰφιγένεια
  1. τὸν νόμον ἀνάγκη τὸν προκείμενον σέβειν.
Θόας
  1. οὔκουν ἐν ἔργῳ χέρνιβες ξίφος τε σόν;
Ἰφιγένεια
  1. ἁγνοῖς καθαρμοῖς πρῶτά νιν νίψαι θέλω.
Θόας
  1. πηγαῖσιν ὑδάτων ἢ θαλασσίᾳ δρόσῳ;
Ἰφιγένεια
  1. θάλασσα κλύζει πάντα τἀνθρώπων κακά.
Θόας
  1. ὁσιώτερον γοῦν τῇ θεῷ πέσοιεν ἄν.
Ἰφιγένεια
  1. καὶ τἀμά γʼ οὕτω μᾶλλον ἂν καλῶς ἔχοι.
Θόας
  1. οὔκουν πρὸς αὐτὸν ναὸν ἐκπίπτει κλύδων;