Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ω βωμούς τʼ οὐ μηλοθύτας,
  2. ζηλοῦσʼ ἄταν διὰ παν-
  3. τὸς δυσδαίμονʼ· ἐν γὰρ ἀνάγ-
  4. καις οὐ κάμνεις σύντροφος ὤν.
  5. μεταβάλλει δυσδαιμονία·
  6. τὸ δὲ μετʼ εὐτυχίας κακοῦ-
  7. σθαι θνατοῖς βαρὺς αἰών.
Χορός
  1. καὶ σὲ μέν, πότνιʼ, Ἀργεία
  2. πεντηκόντορος οἶκον ἄξει·
  3. συρίζων θʼ ὁ κηροδέτας
  4. κάλαμος οὐρείου Πανὸς
  5. κώπαις ἐπιθωΰξει,
  6. ὁ Φοῖβός θʼ ὁ μάντις ἔχων
  7. κέλαδον ἑπτατόνου λύρας
  8. ἀείδων ἄξει λιπαρὰν
  9. εὖ σʼ Ἀθηναίων ἐπὶ γᾶν.
  10. ἐμὲ δʼ αὐτοῦ λιποῦσα
  11. βήσῃ ῥοθίοισι πλάταις·
  12. ἀέρι δὲ ἱστία πρότονοι κατὰ πρῷραν ὑ-
  13. πὲρ στόλον ἐκπετάσουσι πόδα