Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ποθοῦσʼ Ἑλλάνων ἀγόρους,
  2. ποθοῦσʼ Ἄρτεμιν λοχίαν,
  3. ἃ παρὰ Κύνθιον ὄχθον οἰ-
  4. κεῖ φοίνικά θʼ ἁβροκόμαν
  5. δάφναν τʼ εὐερνέα καὶ
  6. γλαυκᾶς θαλλὸν ἱερὸν ἐλαί-
  7. ας, Λατοῦς ὠδῖνα φίλαν,
  8. λίμναν θʼ εἱλίσσουσαν ὕδωρ
  9. κύκλιον, ἔνθα κύκνος μελῳ-
  10. δὸς Μούσας θεραπεύει.
Χορός
  1. ὦ πολλαὶ δακρύων λιβάδες,
  2. αἳ παρηίδας εἰς ἐμὰς
  3. ἔπεσον, ἁνίκα πύργων
  4. ὀλομένων ἐν ναυσὶν ἔβαν
  5. πολεμίων ἐρετμοῖσι καὶ λόγχαις.
  6. ζαχρύσου δὲ διʼ ἐμπολᾶς
  7. νόστον βάρβαρον ἦλθον,
  8. ἔνθα τᾶς ἐλαφοκτόνου
  9. θεᾶς ἀμφίπολον κόραν
  10. παῖδʼ Ἀγαμεμνονίαν λατρεύ-