Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ναὸς ὠκυπόμπου.
Χορός
  1. λαμπροὺς ἱπποδρόμους βαίην,
  2. ἔνθʼ εὐάλιον ἔρχεται πῦρ·
  3. οἰκείων δʼ ὑπὲρ θαλάμων
  4. πτέρυγας ἐν νώτοις ἁμοῖς
  5. λήξαιμι θοάζουσα·
  6. χοροῖς δʼ ἑσταίην, ὅθι καὶ
  7. παρθένος, εὐδοκίμων γάμων,
  8. παρὰ πόδʼ εἱλίσσουσα φίλας
  9. ματρὸς ἡλίκων θιάσους,
  10. χαρίτων εἰς ἁμίλλας,
  11. χαίτας ἁβρόπλουτον ἔριν,
  12. ὀρνυμένα, πολυποίκιλα φάρεα
  13. καὶ πλοκάμους περιβαλλομένα
  14. γένυσιν ἐσκίαζον.
Θόας
  1. ποῦ ʼσθʼ ἡ πυλωρὸς τῶνδε δωμάτων γυνὴ
  2. Ἑλληνίς; ἤδη τῶν ξένων κατήρξατο;
  3. ἀδύτοις ἐν ἁγνοῖς σῶμα λάμπονται πυρί;
Χορός
  1. ἥδʼ ἐστίν, ἥ σοι πάντʼ, ἄναξ, ἐρεῖ σαφῶς.
Θόας
  1. ἔα·