Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὡς ἔκ γʼ ἐμοῦ σοι πάντα σιγηθήσεται —
- ἴστω μέγας Ζεύς — ὧν ἐπισκήπτεις πέρι.
- ὄναισθε μύθων καὶ γένοισθʼ εὐδαίμονες.
- σὸν ἔργον ἤδη καὶ σὸν ἐσβαίνειν δόμους·
- ὡς αὐτίχʼ ἥξει τῆσδε κοίρανος χθονός,
- θυσίαν ἐλέγχων εἰ κατείργασται ξένων.
- >ὦ πότνιʼ, ἥπερ μʼ Αὐλίδος κατὰ πτυχὰς
- δεινῆς ἔσωσας ἐκ πατροκτόνου χερός,
- σῶσόν με καὶ νῦν τούσδε τʼ· ἢ τὸ Λοξίου
- οὐκέτι βροτοῖσι διὰ σὲ ἐτήτυμον στόμα.
- ἀλλʼ εὐμενὴς ἔκβηθι βαρβάρου χθονὸς
- ἐς τὰς Ἀθήνας· καὶ γὰρ ἐνθάδʼ οὐ πρέπει
- ναίειν, παρόν σοι πόλιν ἔχειν εὐδαίμονα.
- ὄρνις, ἃ παρὰ πετρίνας
- πόντου δειράδας, ἀλκυών,
- ἔλεγον οἶτον ἀείδεις,
- εὐξύνετον ξυνετοῖς βοάν,
- ὅτι πόσιν κελαδεῖς ἀεὶ μολπαῖς,
- ἐγώ σοι παραβάλλομαι
- θρήνους, ἄπτερος ὅρνις,