Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὦ φίλταται γυναῖκες, εἰς ὑμᾶς βλέπω,
  2. καὶ τἄμʼ ἐν ὑμῖν ἐστιν ἢ καλῶς ἔχειν
  3. ἢ μηδὲν εἶναι καὶ στερηθῆναι πάτρας
  4. φίλου τʼ ἀδελφοῦ φιλτάτης τε συγγόνου.
  5. καὶ πρῶτα μέν μοι τοῦ λόγου τάδʼ ἀρχέτω·
  6. γυναῖκές ἐσμεν, φιλόφρον ἀλλήλαις γένος
  7. σῴζειν τε κοινὰ πράγματʼ ἀσφαλέσταται.
  8. σιγήσαθʼ ἡμῖν καὶ συνεκπονήσατε
  9. φυγάς. καλόν τοι γλῶσσʼ ὅτῳ πιστὴ παρῇ.
  10. ὁρᾶτε δʼ ὡς τρεῖς μία τύχη τοὺς φιλτάτους,
  11. ἢ γῆς πατρῴας νόστον ἢ θανεῖν ἔχει.
  12. σωθεῖσα δʼ, ὡς ἂν καὶ σὺ κοινωνῇς τύχης,
  13. σώσω σʼ ἐς Ἑλλάδʼ. ἀλλὰ πρός σε δεξιᾶς
  14. σὲ καὶ σὲ ἱκνοῦμαι, σὲ δὲ φίλης παρηίδος,
  15. γονάτων τε καὶ τῶν ἐν δόμοισι φιλτάτων
  16. μητρὸς πατρός τε καὶ τέκνων ὅτῳ κυρεῖ.
  17. τί φατέ; τίς ὑμῶν φησιν ἢ τίς οὐ θέλειν —
  18. φθέγξασθε — ταῦτα; μὴ γὰρ αἰνουσῶν λόγους
  19. ὄλωλα κἀγὼ καὶ κασίγνητος τάλας.
Χορός
  1. θάρσει, φίλη δέσποινα, καὶ σῴζου μόνον·