Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τίνʼ αἰτίαν ἔχουσʼ; ὑποπτεύω τι γάρ.
Ἰφιγένεια
  1. οὐ καθαρὸν ὄντα· τὸ δʼ ὅσιον δώσω φόβῳ.
Ὀρέστης
  1. τί δῆτα μᾶλλον θεᾶς ἄγαλμʼ ἁλίσκεται;
Ἰφιγένεια
  1. πόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι,
Ὀρέστης
  1. ἔτʼ ἐν δόμοισι βρέτας, ἐφʼ ᾧ πεπλεύκαμεν.
Ἰφιγένεια
  1. κἀκεῖνο νίψαι, σοῦ θιγόντος ὥς, ἐρῶ.
Ὀρέστης
  1. ποῖ δῆτα; πόντου νοτερὸν εἶπας ἔκβολον;
Ἰφιγένεια
  1. οὗ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν.
Ὀρέστης
  1. σὺ δʼ ἤ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας;
Ἰφιγένεια
  1. ἐγώ· θιγεῖν γὰρ ὅσιόν ἐστʼ ἐμοὶ μόνῃ.
Ὀρέστης
  1. Πυλάδης δʼ ὅδʼ ἡμῖν ποῦ τετάξεται πόνου;
Ἰφιγένεια
  1. ταὐτὸν χεροῖν σοὶ λέξεται μίασμʼ ἔχων.
Ὀρέστης
  1. λάθρα δʼ ἄνακτος ἢ εἰδότος δράσεις τάδε;
Ἰφιγένεια
  1. πείσασα μύθοις· οὐ γὰρ ἂν λάθοιμί γε.
Ὀρέστης
  1. καὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα.
Ἰφιγένεια
  1. σοὶ δὴ μέλειν χρὴ τἄλλʼ ὅπως ἕξει καλῶς.
Ὀρέστης
  1. ἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε.
  2. ἀλλʼ ἀντίαζε καὶ λόγους πειστηρίους
  3. εὕρισκʼ· ἔχει τοι δύναμιν εἰς οἶκτον γυνή.
  4. τὰ δʼ ἄλλʼ ἴσως — . ἅπαντα συμβαίη καλῶς.