Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὧν οὐδὲν ἴσμεν; ἢν δʼ ἀνοίγοντες πύλας
  2. ληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι,
  3. θανούμεθʼ. ἀλλὰ πρὶν θανεῖν, νεὼς ἔπι
  4. φεύγωμεν, ᾗπερ δεῦρʼ ἐναυστολήσαμεν.
Πυλάδης
  1. φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδʼ εἰώθαμεν,
  2. τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐ κακιστέον·
  3. ναοῦ δʼ ἀπαλλαχθέντε κρύψωμεν δέμας
  4. κατʼ ἄντρʼ ἃ πόντος νοτίδι διακλύζει μέλας —
  5. νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος
  6. βασιλεῦσιν εἴπῃ κᾆτα ληφθῶμεν βίᾳ.
  7. ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόλῃ,
  8. τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν
  9. ἄγαλμα πάσας προσφέροντε μηχανάς.
  10. ὅρα δέ γʼ εἴσω τριγλύφων ὅποι κενὸν
  11. δέμας καθεῖναι· τοὺς πόνους γὰρ ἁγαθοὶ
  12. τολμῶσι, δειλοὶ δʼ εἰσὶν οὐδὲν οὐδαμοῦ.
Ὀρέστης
  1. οὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον,
  2. ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν.
  3. ἀλλʼ εὖ γὰρ εἶπας, πειστέον· χωρεῖν χρεὼν
  4. ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας.