Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὐ γὰρ τὸ τοῦ θεοῦ γʼ αἴτιον γενήσεται
- πεσεῖν ἄχρηστον θέσφατον· τολμητέον·
- μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει.
- εὐφαμεῖτʼ, ὦ
- πόντου δισσὰς συγχωρούσας
- πέτρας Ἀξείνου ναίοντες.
- ὦ παῖ τᾶς Λατοῦς,
- Δίκτυννʼ οὐρεία,
- πρὸς σὰν αὐλάν, εὐστύλων
- ναῶν χρυσήρεις θριγκούς,
- πόδα παρθένιον ὅσιον ὁσίας
- κλῃδούχου δούλα πέμπω,
- Ἑλλάδος εὐίππου πύργους
- καὶ τείχη χόρτων τʼ εὐδένδρων
- ἐξαλλάξασʼ Εὐρώπαν,
- πατρῴων οἴκων ἕδρας.
- ἔμολον· τί νέον; τίνα φροντίδʼ ἔχεις;
- τί με πρὸς ναοὺς ἄγαγες ἄγαγες,
- ὦ παῖ τοῦ τᾶς Τροίας πύργους
- ἐλθόντος κλεινᾷ σὺν κώπᾳ