Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς
  2. δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους,
  3. ἐλθὼν δέ σʼ ἠρώτησα πῶς τροχηλάτου
  4. μανίας ἂν ἔλθοιμʼ ἐς τέλος πόνων τʼ ἐμῶν,
  5. οὓς ἐξεμόχθουν περιπολῶν καθʼ Ἑλλάδα —
  6. σὺ δʼ εἶπας ἐλθεῖν Ταυρικῆς μʼ ὅρους χθονός,
  7. ἔνθʼ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι,
  8. λαβεῖν τʼ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε
  9. ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο·
  10. λαβόντα δʼ ἢ τέχναισιν ἢ τύχῃ τινί,
  11. κίνδυνον ἐκπλήσαντʼ, Ἀθηναίων χθονὶ
  12. δοῦναι — τὸ δʼ ἐνθένδʼ οὐδὲν ἐρρήθη πέρα —
  13. καὶ ταῦτα δράσαντʼ ἀμπνοὰς ἕξειν πόνων.
  14. ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε
  15. ἄγνωστον ἐς γῆν, ἄξενον. σὲ δʼ ἱστορῶ,
  16. Πυλάδη — σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου —
  17. τί δρῶμεν; ἀμφίβληστρα γὰρ τοίχων ὁρᾷς
  18. ὑψηλά· πότερα δωμάτων προσαμβάσεις
  19. ἐκβησόμεσθα; πῶς ἂν οὖν λάθοιμεν ἄν;
  20. ἢ χαλκότευκτα κλῇθρα λύσαντες μοχλοῖς —