Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ᾧ καὶ πόσιν καθεῖλες, Αἴγισθον κτανών.
- ἔσειμι· δεινοῦ δʼ ἄρχομαι προβλήματος
- καὶ δεινὰ δράσω γε — εἰ θεοῖς δοκεῖ τάδε,
- ἔστω· πικρὸν δὲ χἡδὺ τἀγώνισμά μοι.
- ἰώ,
- βασίλεια γύναι χθονὸς Ἀργείας,
- παῖ Τυνδάρεω,
- καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν
- Διός, οἳ φλογερὰν αἰθέρʼ ἐν ἄστροις
- ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις
- τιμὰς σωτῆρας ἔχοντες·
- χαῖρε, σεβίζω σʼ ἴσα καὶ μάκαρας
- πλούτου μεγάλης τʼ εὐδαιμονίας.
- τὰς σὰς δὲ τύχας θεραπεύεσθαι
- καιρός. χαῖρʼ, ὦ βασίλεια.
- ἔκβητʼ ἀπήνης, Τρῳάδες, χειρὸς δʼ ἐμῆς
- λάβεσθʼ, ἵνʼ ἔξω τοῦδʼ ὄχου στήσω πόδα.
- σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι
- Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸς
- ἐξαίρετʼ, ἀντὶ παιδὸς ἣν ἀπώλεσα